Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.29 Joseph. AJ 14.34 (English) >>Joseph. AJ 14.40

14.32τούτῳ τοίνυν προσθέμενος διὰ τὰς προειρημένας αἰτίας λαβὼν τὰ χρήματα λύει τὴν πολιορκίαν, κελεύσας ἀναχωρεῖν τὸν Ἀρέταν πολέμιον αὐτὸν Ῥωμαίων ἀποδειχθήσεσθαι. 14.33καὶ Σκαῦρος μὲν εἰς Δαμασκὸν πάλιν ἀνεχώρησεν, Ἀριστόβουλος δὲ μετὰ πολλῆς δυνάμεως ἐπί τε Ἀρέταν καὶ Ὑρκανὸν ἐστράτευσεν καὶ συμβαλὼν αὐτοῖς περὶ τὸν καλούμενον Παπυρῶνα νικᾷ τῇ μάχῃ καὶ κτείνει περὶ ἑξακισχιλίους τῶν πολεμίων, μεθʼ ὧν ἔπεσεν καὶ Φαλλίων Ἀντιπάτρου ἀδελφός. 14.34

Μετʼ οὐ πολὺ δὲ Πομπηίου εἰς Δαμασκὸν ἀφικομένου καὶ κοίλην Συρίαν ἐπιόντος ἧκον παρʼ αὐτὸν πρέσβεις ἐξ ὅλης Συρίας καὶ Αἰγύπτου καὶ ἐκ τῆς Ἰουδαίας· ἔπεμψε γὰρ αὐτῷ μέγα δῶρον Ἀριστόβουλος ἄμπελον χρυσῆν ἐκ πεντακοσίων ταλάντων. 14.35μέμνηται δὲ τοῦ δώρου καὶ Στράβων Καππάδοξ λέγων οὕτως· “ἦλθεν δὲ καὶ ἐξ Αἰγύπτου πρεσβεία καὶ στέφανος ἀπὸ χρυσῶν τετρακισχιλίων καὶ ἐκ τῆς Ἰουδαίας εἴτε ἄμπελος εἴτε κῆπος· τερπωλὴν ὠνόμαζον τὸ δημιούργημα. 14.36τοῦτο μέντοι τὸ δῶρον ἱστορήκαμεν καὶ ἡμεῖς ἀνακείμενον ἐν Ῥώμῃ ἐν τῷ ἱερῷ τοῦ Διὸς τοῦ Καπετωλίου ἐπιγραφὴν ἔχον Ἀλεξάνδρου τοῦ τῶν Ἰουδαίων βασιλέως. ἐτιμήθη δὲ εἶναι πεντακοσίων ταλάντωνἈριστόβουλον μὲν οὖν τοῦτο λέγεται πέμψαι τὸν Ἰουδαίων δυνάστην. 14.37

Μετʼ οὐ πολὺ δὲ ἧκον πάλιν πρέσβεις πρὸς αὐτὸν Ἀντίπατρος μὲν ὑπὲρ Ὑρκανοῦ, Νικόδημος δὲ ὑπὲρ Ἀριστοβούλου, ὃς δὴ καὶ κατηγόρει τῶν λαβόντων χρήματα Γαβινίου μὲν πρότερον Σκαύρου δὲ ὕστερον, τοῦ μὲν τριακόσια τοῦ δὲ τετρακόσια τάλαντα, πρὸς τοῖς ἄλλοις καὶ τούτους ἐχθροὺς αὐτῷ κατασκευάζων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.29 Joseph. AJ 14.34 (English) >>Joseph. AJ 14.40

Powered by PhiloLogic